Home Prior Books Index
←Prev   Romans 10 as rendered by/in  Next→ 

Did you notice?

 You can SEARCH IslamAwakened: 

10:1  Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ ⸀δέησις πρὸς τὸν θεὸν ὑπὲρ ⸀αὐτῶν εἰς σωτηρίαν.
10:2  μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν· ἀλλʼ οὐ κατʼ ἐπίγνωσιν,
10:3  ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ⸀ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν·
10:4  τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
10:5  Μωϋσῆς γὰρ γράφει ⸂ὅτι τὴν δικαιοσύνην τὴν ἐκ ⸀τοῦ νόμου⸃ ὁ ⸀ποιήσας ἄνθρωπος ζήσεται ἐν ⸀αὐτῇ.
10:6  ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτʼ ἔστιν Χριστὸν καταγαγεῖν·
10:7  ἤ· Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτʼ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.
10:8  ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, τοῦτʼ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν.
10:9  ὅτι ἐὰν ⸀ὁμολογήσῃς ἐν τῷ στόματί ⸀σου κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ·
10:10  καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν·
10:11  λέγει γὰρ ἡ γραφή· Πᾶς ὁ πιστεύων ἐπʼ αὐτῷ οὐ καταισχυνθήσεται.
10:12  οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος, ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν·
10:13  Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.
10:14  Πῶς οὖν ⸀ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ ⸀πιστεύσωσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ⸀ἀκούσωσιν χωρὶς κηρύσσοντος;
10:15  πῶς δὲ ⸀κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν; ⸀καθὼς γέγραπται· Ὡς ὡραῖοι οἱ πόδες τῶν ⸀εὐαγγελιζομένων ⸀τὰ ἀγαθά.
10:16  ἀλλʼ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἠσαΐας γὰρ λέγει· Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν;
10:17  ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος ⸀Χριστοῦ.
10:18  Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; μενοῦνγε· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
10:19  ἀλλὰ λέγω, μὴ ⸂Ἰσραὴλ οὐκ ἔγνω⸃; πρῶτος Μωϋσῆς λέγει· Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπʼ οὐκ ἔθνει, ἐπʼ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.
10:20  Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· Εὑρέθην ⸀ἐν τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ⸀ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.
10:21  πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.