Home Prior Books Index
←Prev   Acts 24 as rendered by/in  Next→ 

Did you notice?

 You can SEARCH IslamAwakened: 

24:1  Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἁνανίας μετὰ ⸂πρεσβυτέρων τινῶν⸃ καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου.
24:2  κληθέντος δὲ αὐτοῦ ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων· Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ ⸀διορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας
24:3  πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας.
24:4  ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ.
24:5  εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα ⸀στάσεις πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως,
24:6  ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι, ὃν καὶ ⸀ἐκρατήσαμεν,
24:8  παρʼ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.
24:9  συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν.
24:10  Ἀπεκρίθη ⸀τε ὁ Παῦλος νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν· Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος ⸀εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι,
24:11  δυναμένου σου ⸀ἐπιγνῶναι, ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι ⸀δώδεκα ἀφʼ ἧς ἀνέβην προσκυνήσων ⸀εἰς Ἰερουσαλήμ,
24:12  καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ⸀ἐπίστασιν ποιοῦντα ὄχλου οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν,
24:13  ⸀οὐδὲ ⸀παραστῆσαι δύνανταί ⸀σοι περὶ ὧν ⸀νυνὶ κατηγοροῦσίν μου.
24:14  ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τῷ πατρῴῳ θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ ⸂τοῖς ἐν⸃ τοῖς προφήταις γεγραμμένοις,
24:15  ἐλπίδα ἔχων εἰς τὸν θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ⸀ἔσεσθαι δικαίων τε καὶ ἀδίκων·
24:16  ἐν τούτῳ ⸀καὶ αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν ⸀ἔχειν πρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός.
24:17  διʼ ἐτῶν δὲ πλειόνων ⸂ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην⸃ καὶ προσφοράς,
24:18  ἐν ⸀αἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου,
24:19  τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, οὓς ⸀ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρὸς ⸀ἐμέ,
24:20  ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν τί ⸀εὗρον ἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου
24:21  ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ⸂ἐν αὐτοῖς ἑστὼς⸃ ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ⸀ἐφʼ ὑμῶν.
24:22  ⸂Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ⸃, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, ⸀εἴπας· Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ διαγνώσομαι τὰ καθʼ ὑμᾶς·
24:23  ⸀διαταξάμενος τῷ ἑκατοντάρχῃ τηρεῖσθαι ⸀αὐτὸν ἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ⸀ὑπηρετεῖν αὐτῷ.
24:24  Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ ⸀ἰδίᾳ γυναικὶ οὔσῃ Ἰουδαίᾳ μετεπέμψατο τὸν Παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν ⸀Ἰησοῦν πίστεως.
24:25  διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ ⸀μέλλοντος ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη· Τὸ νῦν ἔχον πορεύου, καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε·
24:26  ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ ⸀Παύλου· διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ.
24:27  Διετίας δὲ πληρωθείσης ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων τε ⸀χάριτα καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον.